Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.87.1 | Hdt. 3.88.3 (English) | >>Hdt. 3.89.3 |
3.88.1
Δαρεῖός τε δὴ ὁ Ὑστάσπεος βασιλεὺς ἀπεδέδεκτο , καί οἱ ἦσαν ἐν τῇ Ἀσίῃ πάντες κατήκοοι πλὴν Ἀραβίων , Κύρου τε καταστρεψαμένου καὶ ὕστερον αὖτις Καμβύσεω . Ἀράβιοι δὲ οὐδαμὰ κατήκουσαν ἐπὶ δουλοσύνῃ Πέρσῃσι , ἀλλὰ ξεῖνοι ἐγένοντο παρέντες Καμβύσεα ἐπʼ Αἴγυπτον · ἀεκόντων γὰρ Ἀραβίων οὐκ ἂν ἐσβάλοιεν Πέρσαι ἐς Αἴγυπτον .
3.88.2 γάμους τε τοὺς πρώτους ἐγάμεε Πέρσῃσι ὁ Δαρεῖος , Κύρου μὲν δύο θυγατέρας Ἄτοσσάν τε καὶ Ἀρτυστώνην , τὴν μὲν Ἄτοσσαν προσυνοικήσασαν Καμβύσῃ τε τῷ ἀδελφεῷ καὶ αὖτις τῷ Μάγῳ , τὴν δὲ Ἀρτυστώνην παρθένον ·
3.88.3 ἑτέρην δὲ Σμέρδιος τοῦ Κύρου θυγατέρα ἔγημε , τῇ οὔνομα ἦν Πάρμυς · ἔσχε δὲ καὶ τὴν τοῦ Ὀτάνεω θυγατέρα , ἣ τὸν Μάγον κατάδηλον ἐποίησε · δυνάμιός τε πάντα οἱ ἐπιμπλέατο . πρῶτον μέν νυν τύπον ποιησάμενος λίθινον ἔστησε · ζῷον δέ οἱ ἐνῆν ἀνὴρ ἱππεύς , ἐπέγραψε δὲ γράμματα λέγοντα τάδε · “Δαρεῖος ὁ Ὑστάσπεος σύν τε τοῦ ἵππου τῇ ἀρετῇ ” τὸ οὔνομα λέγων · “καὶ Οἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων βασιληίην .”
ch. 89
3.89.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.87.1 | Hdt. 3.88.3 (English) | >>Hdt. 3.89.3 |